We Believe JesusFé, Esperança e Nova Vida

Romans 14

StatResGNT: Statistical Restoration Greek New Testament · grego

← Romans 13 Romans Romans 15 →

1¶Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.

2Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.

3Ὁ ἐσθίων, τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ ˚Θεὸς γὰρ αὐτὸν προσελάβετο.

4Σὺ τίς εἶ, ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ ˚Κύριος στῆσαι αὐτόν.

5¶Ὃς μὲν κρίνει ἡμέραν παρʼ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ, πληροφορείσθω.

6Ὁ φρονῶν τὴν ἡμέραν, ˚Κυρίῳ φρονεῖ. Καὶ ὁ ἐσθίων, ˚Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ ˚Θεῷ· καὶ ὁ μὴ ἐσθίων, ˚Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ ˚Θεῷ.

7¶Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει.

8Ἐάν τε γὰρ ζῶμεν, τῷ ˚Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ ˚Κυρίῳ ἀποθνῄσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ ˚Κυρίου ἐσμέν.

9Εἰς τοῦτο γὰρ ˚Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.

10¶Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ ˚Θεοῦ.

11Γέγραπται γάρ, “Ζῶ ἐγώ, λέγει ˚Κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ ˚Θεῷ.”

12Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ, λόγον δώσει τῷ ˚Θεῷ.

13¶Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.

14Οἶδα καὶ πέπεισμαι ἐν ˚Κυρίῳ ˚Ἰησοῦ ὅτι οὐδὲν κοινὸν διʼ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.

15Εἰ γὰρ διὰ βρῶμα, ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ ˚Χριστὸς ἀπέθανεν.

16Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν.

17Οὐ γάρ ἐστιν ἡ Βασιλεία τοῦ ˚Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν ˚Πνεύματι Ἁγίῳ.

18Ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ ˚Χριστῷ, εὐάρεστος τῷ ˚Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.

19Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.

20Μὴ ἕνεκεν βρώματος, κατάλυε τὸ ἔργον τοῦ ˚Θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.

21Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ.

22Σὺ πίστιν ἣν ἔχεις, κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ ˚Θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει.

23Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.

← Romans 13 Romans Romans 15 →

Romans 14 — grego:

Byz: The New Testament in the Original Greek: Byzantine Textform 2013GreVamvas: Neophytos Vamvas's translation of the Holy Bible into modern Greek (1850)Textus Receptus (1550/1894)