We Believe JesusFé, Esperança e Nova Vida

Matthew 16

StatResGNT: Statistical Restoration Greek New Testament · grego

← Matthew 15 Matthew Matthew 17 →

1¶Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι, πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.

2Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς,

3“Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ.” Καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.

4¶Καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τὸ πέραν, ἐπελάθοντο ἄρτους λαβεῖν.

5Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.”

6Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες, ὅτι “Ἄρτους οὐκ ἐλάβομεν.”

7Γνοὺς δὲ, ὁ ˚Ἰησοῦς εἶπεν, “Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχετε;

8Οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε;

9Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε;

10Πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν; Προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.”

11Τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τῶν ἄρτων, ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

12¶Ἐλθὼν δὲ ὁ ˚Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων, “Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ Ἀνθρώπου;”

13Οἱ δὲ εἶπον, “Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν.”

14Λέγει αὐτοῖς, “Ὑμεῖς δὲ, τίνα με λέγετε εἶναι;”

15Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, “Σὺ εἶ ὁ ˚Χριστὸς, ὁ Υἱὸς τοῦ ˚Θεοῦ τοῦ ζῶντος.”

16Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλʼ ὁ Πατήρ μου, ὁ ἐν τοῖς οὐρανοῖς.

17Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ἍΙδου οὐ κατισχύσουσιν αὐτῆς.

18Δώσω σοι τὰς κλεῖδας τῆς Βασιλείας τῶν Οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.”

19Τότε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ ˚Χριστός.

20¶Ἀπὸ τότε ἤρξατο ὁ ˚Ἰησοῦς ˚Χριστὸς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων, καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.

21Καὶ προσλαβόμενος αὐτὸν, ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων, “Ἵλεώς σοι, ˚Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.”

22Ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ, “Ὕπαγε ὀπίσω μου, Σατανᾶ! Σκάνδαλον εἶ ἐμοῦ, ὅτι οὐ φρονεῖς τὰ τοῦ ˚Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.”

23¶Τότε ὁ ˚Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, “Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.

24Ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν.

25Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;

26Μέλλει γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ ‘τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ’.

27Ἀμὴν, λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.”

← Matthew 15 Matthew Matthew 17 →

Matthew 16 — grego:

Byz: The New Testament in the Original Greek: Byzantine Textform 2013GreVamvas: Neophytos Vamvas's translation of the Holy Bible into modern Greek (1850)Textus Receptus (1550/1894)