1¶Μετὰ δὲ πέντε ἡμέρας, κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν, καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
2Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, “Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,
3πάντῃ τε καὶ πανταχοῦ, ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
4Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως, τῇ σῇ ἐπιεικείᾳ.
5Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
6ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν.
7παρʼ οὗ δυνήσῃ αὐτὸς, ἀνακρίνας περὶ πάντων τούτων, ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.”
8Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
9¶Ἀπεκρίθη τε ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, “Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι.
10Δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα, ἀφʼ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ.
11Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν,
12οὐδὲ παραστῆσαι δύνανταί σοι, περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.
13Ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν Ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ ˚Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις,
14ἐλπίδα ἔχων εἰς τὸν ˚Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι, δικαίων τε καὶ ἀδίκων.
15Ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν ˚Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
16Διʼ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
17ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου, οὐδὲ μετὰ θορύβου.
18Τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρὸς ἐμέ.
19Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἀδίκημα, στάντος μου ἐπὶ τοῦ Συνεδρίου,
20ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς: ὅτι ‘Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφʼ ὑμῶν.’”
21¶Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ, εἴπας, “Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθʼ ὑμᾶς”·
22διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ.
23¶Μετὰ δὲ ἡμέρας τινὰς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ, τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς ˚Χριστὸν πίστεως.
24Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης, καὶ ἐγκρατείας, καὶ τοῦ κρίματος τοῦ μέλλοντος, ἔμφοβος γενόμενος, ὁ Φῆλιξ ἀπεκρίθη, “Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν, μετακαλέσομαί σε.”
25Ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος, ὡμίλει αὐτῷ.
26¶Διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις, ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.