We Believe JesusFé, Esperança e Nova Vida

Revelation of John 15

StatResGNT: Statistical Restoration Greek New Testament · grego

← Revelation of John 14 Revelation of John Revelation of John 16 →

1¶Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ ˚Θεοῦ.

2¶Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου, καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ, καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ ˚Θεοῦ.

3Καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως, τοῦ δούλου τοῦ ˚Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ Ἀρνίου λέγοντες, “Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, ˚Κύριε ὁ ˚Θεός ὁ Παντοκράτωρ! Δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ Βασιλεὺς τῶν αἰώνων.

4Τίς οὐ μὴ φοβηθῇ, ˚Κύριε, καὶ δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος ὅσιος; ‘Ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου’, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.”

5¶Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,

6καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίθον καθαρὸν λαμπρὸν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.

7Καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς, γεμούσας τοῦ θυμοῦ τοῦ ˚Θεοῦ, τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

8Καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ ˚Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

← Revelation of John 14 Revelation of John Revelation of John 16 →

Revelation of John 15 — grego:

Byz: The New Testament in the Original Greek: Byzantine Textform 2013GreVamvas: Neophytos Vamvas's translation of the Holy Bible into modern Greek (1850)Textus Receptus (1550/1894)