We Believe JesusFé, Esperança e Nova Vida

I Corinthians 6

StatResGNT: Statistical Restoration Greek New Testament · grego

← I Corinthians 5 I Corinthians I Corinthians 7 →

1¶Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;

2Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;

3Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά;

4Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε;

5Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ;

6Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;

7Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;

8Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς!

9¶Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι ˚Θεοῦ Βασιλείαν οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται,

10οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, Βασιλείαν ˚Θεοῦ κληρονομήσουσιν.

11Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε, ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἐν τῷ ˚Πνεύματι τοῦ ˚Θεοῦ ἡμῶν.

12¶Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.

13Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ ˚Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ ˚Κυρίῳ, καὶ ὁ ˚Κύριος τῷ σώματι.

14Ὁ δὲ ˚Θεὸς καὶ τὸν ˚Κύριον ἤγειρεν, καὶ ἡμᾶς ἐξεγερεῖ, διὰ τῆς δυνάμεως αὐτοῦ.

15Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη ˚Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ ˚Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο!

16Ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν; “Ἔσονται” γάρ, φησίν, “οἱ δύο εἰς σάρκα μίαν.”

17Ὁ δὲ κολλώμενος τῷ ˚Κυρίῳ, ἓν πνεῦμά ἐστιν.

18Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.

19Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν, ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου ˚Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ ˚Θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν,

20ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν ˚Θεὸν ἐν τῷ σώματι ὑμῶν.

← I Corinthians 5 I Corinthians I Corinthians 7 →

I Corinthians 6 — grego:

Byz: The New Testament in the Original Greek: Byzantine Textform 2013GreVamvas: Neophytos Vamvas's translation of the Holy Bible into modern Greek (1850)Textus Receptus (1550/1894)